Αυξησία (η)

Θεότητα γονιμική που λατρευόταν στην Τροιζήνα, την Επίδαυρο και την Αίγινα μαζί με την αδελφή της, Δαμία.

Σύμφωνα με το μύθο, η Αυξησία και η Δαμία είχαν έρθει στην Τροιζήνα από την Κρήτη. Εκεί θανατώθηκαν με λιθοβολισμό επεδή αναμίχθηκαν σε κάποια αναταραχή που συνέβη στην πόλη. Σε ανάμνηση του γεγονότος οι Τροιζήνιοι τελούσαν κάθε χρόνο προς τιμή τους τα Λιθοβόλια.

Ο Ηρόδοτος αναφέρει ότι όταν είχε πέσει λοιμός στην Επίδαυρο οι κάτοικοί της ζήτησαν χρησμό από την Πυθία για να τους υποδείξει τον τρόπο που θα μπορούσαν να απαλλαγούν από αυτόν. Η Πυθία τους συμβούλεψε να κατασκευάσουν αγάλματα στην Αυξησία και τη Δαμία από ξύλο ήμερης ελιάς. Οι Επιδαύριοι προμηθεύτηκαν το ξύλο για την κατασκευή των αγαλμάτων από τους Αθηναίους και συμφώνησαν να προσφέρουν, ως αντάλλαγμα, κάθε χρόνο θυσία στην Αθηνά Πολιάδα και τον Ερεχθέα. Με αυτόν τον τρόπο κατάφερε η Επίδαυρος να απαλλαγεί από το λοιμό.

Αργότερα οι Αιγινήτες, οι οποίοι ήταν άποικοι της Επιδαύρου, άρπαξαν τα αγάλματα των δύο παρθένων και τα μετέφεραν στην Αίγινα. Οι Αθηναίοι πήραν μέρος στη διαμάχη και ζήτησαν να τους δοθούν τα αγάλματα, επειδή αυτά είχαν κατασκευαστεί από αθηναϊκό ξύλο. Οι Επιδαύριοι, από την άλλη, αρνούνταν να προσφέρουν τις συμφωνημένες θυσίες στην Αθηνά και τον Ερεχθέα, αφού τα αγάλματα δεν ήταν πια στην κατοχή τους. Τότε οι Αθηναίοι επιτέθηκαν στην Αίγινα και προσπάθησαν να πάρουν τα αγάλματα μαζί τους με τη βία. Πρώτα τα έδεσαν με σκονιά και στη συνέχεια προσπάθησαν, τραβώντας τα, να τα αποσπάσουν από τα βάθρα τους. Όταν τα αγάλματα έπεσαν από τα βάθρα, ισχυρός σεισμός συγκλόνισε την περιοχή και κατέστρεψε το στρατό των Αθηναίων.

Με αυτό το μύθο ο Ηρόδοτος προσπάθησε να εξηγήσει την αντιδικία που υπήρχε από πολύ παλιά ανάμεσα στην Αθήνα και την Αίγινα.

Βιβλιογραφία - πηγές

Παυσανίας, Ελλάδος Περιήγησις, 2, 30, 4, 4

τὰ δὲ ἐς τὴν Αὐξησίαν καὶ
Δαμίαν, ὡς οὐχ ὗεν ὁ θεὸς Ἐπιδαυρίοις, ὡς τὰ ξόανα
ταῦτα ἐκ μαντείας ἐποιήσαντο ἐλαίας παρ' Ἀθηναίων
λαβόντες, ὡς Ἐπιδαύριοι μὲν οὐκ ἀπέφερον ἔτι Ἀθη-
ναίοις ἃ ἐτάξαντο οἷα Αἰγινητῶν ἐχόντων τὰ ἀγάλ-
ματα, Ἀθηναίων δὲ ἀπώλοντο οἱ διαβάντες διὰ ταῦτα
ἐς Αἴγιναν, ταῦτα εἰπόντος Ἡροδότου καθ' ἕκαστον
αὐτῶν ἐπ' ἀκριβὲς οὔ μοι γράφειν κατὰ γνώμην ἦν
εὖ προειρημένα, πλὴν τοσοῦτό γε ὅτι εἶδόν τε τὰ
ἀγάλματα καὶ ἔθυσά σφισι κατὰ τὰ αὐτὰ καθὰ δὴ
καὶ Ἐλευσῖνι θύειν νομίζουσιν.

Παυσανίας, Ελλάδος Περιήγησις, 2, 32, 2, 5

ἐς δὲ τὴν
Δαμίαν καὶ Αὐξησίαν, καὶ γὰρ Τροιζηνίοις μέτεστιν
αὐτῶν, οὐ τὸν αὐτὸν λέγουσιν ὃν Ἐπιδαύριοι καὶ
Αἰγινῆται λόγον, ἀλλὰ ἀφικέσθαι παρθένους ἐκ Κρήτης·
στασιασάντων δὲ ὁμοίως τῶν ἐν τῇ πόλει ἁπάντων
καὶ ταύτας φασὶν ὑπὸ τῶν ἀντιστασιωτῶν καταλευ-
σθῆναι, καὶ ἑορτὴν ἄγουσί σφισι Λιθοβόλια ὀνομά-
ζοντες.

Θεμίστιος, Εἰς τὸν αὐτοκράτορα Κωνστάντιον, c, 3

εἰ οὖν ταῦτα ὑμῖν προὐτεινάμην, εὖ
οἶδ' ὅτι ἀπρὶξ ἄν μου ἐλάβεσθε καὶ περιείχεσθε μᾶλλον
ἢ τοῦ ἀγάλματος τῆς Αὐξησίας οἱ Αἰγινῆται.

Ηρόδοτος, Ιστορία, 5, 82, 5

Ἡ δὲ ἔχθρη ἡ προοφειλομένη ἐς Ἀθηναίους ἐκ τῶν
Αἰγινητέων ἐγένετο ἐξ ἀρχῆς τοιῆσδε. Ἐπιδαυρίοισι ἡ γῆ
καρπὸν οὐδένα ἀνεδίδου· περὶ ταύτης ὦν τῆς συμφορῆς οἱ
Ἐπιδαύριοι ἐχρέωντο ἐν Δελφοῖσι· ἡ δὲ Πυθίη σφέας
ἐκέλευε Δαμίης τε καὶ Αὐξησίης ἀγάλματα ἱδρύσασθαι καί
σφι ἱδρυσαμένοισι ἄμεινον συνοίσεσθαι. Ἐπειρώτων ὦν οἱ
Ἐπιδαύριοι κότερα χαλκοῦ ποιέωνται τὰ ἀγάλματα ἢ λίθου·
ἡ δὲ Πυθίη οὐδετέρου τούτων ἔα, ἀλλὰ ξύλου ἡμέρης
ἐλαίης. Ἐδέοντο ὦν οἱ Ἐπιδαύριοι Ἀθηναίων ἐλαίην σφι
δοῦναι ταμέσθαι, ἱρωτάτας δὴ κείνας νομίζοντες εἶναι·
λέγεται δὲ καὶ ὡς ἐλαῖαι ἦσαν ἄλλοθι γῆς οὐδαμοῦ κατὰ
χρόνον κεῖνον ἢ ἐν Ἀθήνῃσι. Οἱ δὲ ἐπὶ τοῖσδε δώσειν
ἔφασαν ἐπ' ᾧ ἀπάξουσι ἔτεος ἑκάστου τῇ Ἀθηναίῃ τε τῇ
Πολιάδι ἱρὰ καὶ τῷ Ἐρεχθέϊ. Καταινέσαντες δὲ ἐπὶ τού-
τοισι οἱ Ἐπιδαύριοι τῶν τε ἐδέοντο ἔτυχον καὶ ἀγάλματα
ἐκ τῶν ἐλαιέων τουτέων ποιησάμενοι ἱδρύσαντο· καὶ ἥ τε
γῆ σφι ἔφερε καρπὸν καὶ Ἀθηναίοισι ἐπετέλεον τὰ συνέ-
θεντο. Τοῦτον δ' ἔτι τὸν χρόνον καὶ πρὸ τοῦ Αἰγινῆται
Ἐπιδαυρίων ἤκουον τά τε ἄλλα καὶ δίκας διαβαίνοντες ἐς
Ἐπίδαυρον ἐδίδοσάν τε καὶ ἐλάμβανον παρ' ἀλλήλων οἱ
Αἰγινῆται· τὸ δὲ ἀπὸ τοῦδε νέας τε πηξάμενοι καὶ ἀγνωμο-
σύνῃ χρησάμενοι ἀπέστησαν ἀπὸ τῶν Ἐπιδαυρίων. Ἅτε δὲ
ἐόντες διάφοροι ἐδηλέοντο αὐτούς, ὥστε δὴ θαλασσοκράτορες
ἐόντες, καὶ δὴ καὶ τὰ ἀγάλματα ταῦτα τῆς τε Δαμίης καὶ
τῆς Αὐξησίης ὑπαιρέονται αὐτῶν, καί σφεα ἐκόμισάν τε
καὶ ἱδρύσαντο τῆς σφετέρης χώρης ἐς τὴν μεσόγαιαν, τῇ
Οἴη μέν ἐστι οὔνομα, στάδια δὲ μάλιστά κῃ ἀπὸ τῆς πόλιος
ὡς εἴκοσι ἀπέχει. Ἱδρυσάμενοι δὲ ἐν τούτῳ τῷ χώρῳ
θυσίῃσί τέ σφεα καὶ χοροῖσι γυναικηίοισι κερτόμοισι ἱλά-
σκοντο, χορηγῶν ἀποδεικνυμένων ἑκατέρῃ τῶν δαιμόνων
δέκα ἀνδρῶν· κακῶς δὲ ἠγόρευον οἱ χοροὶ ἄνδρα μὲν οὐδένα,
τὰς δὲ ἐπιχωρίας γυναῖκας. Ἦσαν δὲ καὶ τοῖσι Ἐπι-
δαυρίοισι αἱ αὐταὶ ἱρουργίαι· εἰσὶ δέ σφι καὶ ἄρρητοι
ἱρουργίαι. Κλεφθέντων δὲ τῶνδε τῶν ἀγαλμάτων οἱ Ἐπι-
δαύριοι τοῖσι Ἀθηναίοισι τὰ συνέθεντο οὐκέτι ἐπετέλεον·
πέμψαντες δὲ οἱ Ἀθηναῖοι ἐμήνιον τοῖσι Ἐπιδαυρίοισι· οἱ
δὲ ἀπέφαινον λόγῳ ὡς οὐκ ἀδικέοιεν· ὅσον μὲν γὰρ χρόνον
εἶχον τὰ ἀγάλματα ἐν τῇ χώρῃ, ἐπιτελέειν τὰ συνέθεντο,
ἐπεὶ δὲ ἐστερῆσθαι αὐτῶν, οὐ δίκαιοι εἶναι ἀποφέρειν ἔτι,
ἀλλὰ τοὺς ἔχοντας αὐτὰ Αἰγινήτας πρήσσεσθαι ἐκέλευον.
Πρὸς ταῦτα οἱ Ἀθηναῖοι ἐς Αἴγιναν πέμψαντες ἀπαίτεον
τὰ ἀγάλματα· οἱ δὲ Αἰγινῆται ἔφασαν σφίσι τε καὶ Ἀθη-
ναίοισι εἶναι οὐδὲν πρῆγμα.
Ἀθηναῖοι μέν νυν λέγουσι μετὰ τὴν ἀπαίτησιν ἀποστα-
λῆναι τριήρεϊ μιῇ τῶν ἀστῶν ὀλίγους οἳ ἀποπεμφθέντες
ἀπὸ τοῦ κοινοῦ καὶ ἀπικόμενοι ἐς Αἴγιναν τὰ ἀγάλματα
ταῦτα ὡς σφετέρων ξύλων ἐόντα ἐπειρῶντο ἐκ τῶν βάθρων
ἐξανασπᾶν, ἵνα σφέα ἀνακομίσωνται. Οὐ δυναμένους δὲ
τούτῳ τῷ τρόπῳ αὐτῶν κρατῆσαι, περιβαλόντας σχοινία
ἕλκειν τὰ ἀγάλματα, καί σφι ἕλκουσι βροντήν τε καὶ ἅμα
τῇ βροντῇ σεισμὸν ἐπιγενέσθαι· τοὺς δὲ τριηρίτας τοὺς
ἕλκοντας ὑπὸ τούτων ἀλλοφρονῆσαι, παθόντας δὲ τοῦτο
κτείνειν ἀλλήλους ἅτε πολεμίους, ἐς ὃ ἐκ πάντων ἕνα
λειφθέντα ἀνακομισθῆναι αὐτὸν ἐς Φάληρον.
Ἀθηναῖοιμέν νυν οὕτω λέγουσι γενέσθαι. Αἰγινῆται δὲ οὐ μιῇ νηὶ
ἀπικέσθαι Ἀθηναίους (μίαν μὲν γὰρ καὶ ὀλίγῳ πλέονας
μιῆς, καὶ εἰ σφίσι μὴ ἔτυχον ἐοῦσαι νέες, ἀπαμύνασθαι ἂν
εὐπετέως), ἀλλὰ πολλῇσι νηυσὶ ἐπιπλέειν σφίσι ἐπὶ τὴν
χώρην, αὐτοὶ δέ σφι εἶξαι καὶ οὐ ναυμαχῆσαι. Οὐκ ἔχουσι
δὲ τοῦτο διασημῆναι ἀτρεκέως, οὔτε εἰ ἥσσονες συγγι-
νωσκόμενοι εἶναι τῇ ναυμαχίῃ κατὰ τοῦτο εἶξαν, οὔτε εἰ
βουλόμενοι ποιῆσαι οἷόν τι καὶ ἐποίησαν. Ἀθηναίους μέν
νυν, ἐπείτε σφι οὐδεὶς ἐς μάχην κατίστατο, ἀποβάντας ἀπὸ
τῶν νεῶν τραπέσθαι πρὸς τὰ ἀγάλματα· οὐ δυναμένους δὲ
ἀνασπάσαι ἐκ τῶν βάθρων αὐτὰ οὕτω δὴ περιβαλομένους
σχοινία ἕλκειν, ἐς οὗ ἑλκόμενα τὰ ἀγάλματα ἀμφότερα
τὠυτὸ ποιῆσαι, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, ἄλλῳ δέ τεῳ·
ἐς γούνατα γάρ σφι αὐτὰ πεσεῖν, καὶ τὸν ἀπὸ τούτου
χρόνον διατελέειν οὕτω ἔχοντα. Ἀθηναίους μὲν δὴ ταῦτα
ποιέειν, σφέας δὲ Αἰγινῆται λέγουσι, πυθομένους τοὺς
Ἀθηναίους ὡς μέλλοιεν ἐπὶ σφέας στρατεύεσθαι, ἑτοίμους
Ἀργείους ποιέεσθαι· τούς τε δὴ Ἀθηναίους ἀποβεβάναι
ἐς τὴν Αἰγιναίην καὶ παρεῖναι βοηθέοντας σφίσι τοὺς
Ἀργείους καὶ λαθεῖν τε ἐξ Ἐπιδαύρου διαβάντας ἐς τὴν
νῆσον καὶ οὐ προακηκοόσι τοῖσι Ἀθηναίοισι ἐπιπεσεῖν ὑπο-
ταμομένους τὸ ἀπὸ τῶν νεῶν, ἅμα τε ἐν τούτῳ τὴν βρον-
τήν τε γενέσθαι καὶ τὸν σεισμὸν αὐτοῖσι.