Κυδοιμός (ο)


O Kυδοιμός ήταν δαίμονας προσωποποίηση της ταραχής και του θορύβου των μαχών. Tο όνομά του προέρχεται από τις λέξεις κύδος + οίμος (ταραχή, θόρυβος μάχης). Aναφέρεται στην ομηρική περιγραφή της ασπίδας του Aχιλλέα σαν σύντροφος του Άρη μαζί με την Έριδα και την Kήρα.

 

Βιβλιογραφία - πηγές

Όμηρος, Ιλιάδα, Σ,535

ἐν δ' Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ' ὀλοὴ Κήρ,
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·
εἷμα δ' ἔχ' ἀμφ' ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.

Θεόφραστος, Περί Ευσεβείας, 12

μαρτυρεῖται δὲ ταῦτα
οὐ μόνον ὑπὸ τῶν κύρβεων, αἳ τῶν Κρήτηθέν εἰσι Κορυβαντικῶν ἱερῶν
οἷον ἀντίγραφα ἄττα πρὸς ἀλήθειαν, ἀλλὰ καὶ παρ' Ἐμπεδοκλέους,
ὃς περί τε τῶν θυμάτων καὶ περὶ τῆς θεογονίας διεξιὼν παρεμφαίνει λέγων·
οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς
οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν,
ἀλλὰ Κύπρις βασίλεια,
ἥ ἐστιν ἡ φιλία·
τὴν οἵ γ' εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο
γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόδμοις
σμύρνης τ' ἀκράτου θυσίαις λιβάνου τε θυώδους
ξουθῶν τε σπονδὰς μελίτων ῥιπτοῦντες ἐς οὖδας,
ἅπερ καὶ νῦν ἔτι σῴζεται παρ' ἐνίοις οἷον ἴχνη τινὰ τῆς ἀληθείας
ὄντα,
...
ἐπεὶ δὲ Ἄρης καὶ Κυδοιμὸς καὶ πᾶσα μάχη καὶ πολέμων ἀρχὴ κατέσχεν,
τότε πρῶτον οὐθεὶς οὐθενὸς ὄντως ἐφείδετο τῶν οἰκείων.

Φιλόστρατος, Imagines

Ἔρις καὶ Κυδοιμὸς ταῦτα καὶ Κήρ, ὑφ' ᾗ τὰ πολέμου πάντα.

Εμπεδοκλής, Fragmenta, 128

ἐπεὶ δὲ Ἄρης καὶ Κυδοιμὸς καὶ πᾶσα
μάχη καὶ πολέμων ἀρχὴ κατέσχεν, τότε πρῶτον οὐθεὶς οὐθενὸς ὅλως ἐφείδετο τῶν
οἰκείων

Θεμίστιος, Εἰς Θεοδόσιον· τίς ἡ βασιλικωτάτη τῶν ἀρετῶν

ἐν οὐρανῷ δὲ οὔτε Δεῖμος οὔτε
Ἐνυὼ οὔτε μὴν Κυδοιμὸς οὔτε Κῆρες.

Ψευδο-Νόννος, Σχόλια Μυθολογικά, 5, 21

τὸ δὲ, Μετὰ τοῦ Δείμου καὶ τοῦ
Φόβου, καὶ τοῦ Κυδοιμοῦ λέγει, ὅτι οὗτοι θεράποντες λέγονται
εἶναι τοῦ Ἄρεως, υἱοὶ δὲ τοῦ Πολέμου, καὶ ὅτι καὶ οὗτοι
συμπεπόνθασι τῷ Ἄρει, καὶ ὅτι ὁ Ἥφαιστος οὐκ ἐφοβήθη τὸν
Φόβον καὶ τὸν Δεῖμον καὶ τὸν Κυδοιμόν.

Σούδα, Λεξικόν

Δεῖμος καὶ φόβος καὶ Κυδοιμός, ὑπηρέται τοῦ Ἄρεως, υἱοὶ τοῦ
πολέμου· οἳ καὶ αὐτοὶ συμπεπόνθασι τῷ Ἄρει, τοῦ Ἡφαίστου αὐτοὺς
μὴ φοβηθέντος.