Μνημοσύνη (η)


Η Μνημοσύνη ήταν Τιτανίδα, κόρη του Ουρανού και της Γαίας. Ήταν η προσωποποίηση της μνήμης, αφού βοήθησε στη διατήρηση των μύθων, πριν από την εισαγωγή της γραφής, μέσω της απομνημόνευσης. Ήταν προστάτης της προφορικής παράδοσης και των ποιητών.

Ο Δίας ενώθηκε μαζί της για εννέα νύχτες στην Πιερία. Από την ένωση αυτή γεννήθηκαν, μετά από ένα χρόνο, οι εννέα Μούσες.

Άγαλμά της υπήρχε στην Αθήνα, ενώ εικόνα της υπήρχε και στην Τεγέα της Αρκαδίας.

Στο μαντείο του Τροφώνιου, στη Βοιωτία, είχε ιερό και θρόνο. Όταν κάποιος ζητούσε χρησμό από το μαντείο, αφού ακολουθούσε κάποιο συγκεκριμένο τελετουργικό, στη συνέχεια έπρεπε να πιει νερό από δύο πηγές. Πρώτα έπινε νερό από την πηγή της Λήθης, για να ξεχάσει όλες του τις φροντίδες. Στη συνέχεια έπινε νερό από την Πηγή της Μνημοσύνης για να μπορεί να θυμάται όσα δει αφού κατέβει στο μαντείο. Όταν ανέβαινε από το μαντείο, οι ιερείς τον έβαζαν να καθίσει στο θρόνο της Μνημοσύνης από όπου εξιστορούσε όσα είχε δει και διδαχθεί.

Ο Σουίδας αναφέρει πως στην Αθήνα τελούσαν προς τιμή της νηφάλια θυσία, δηλαδή θυσία χωρίς σπονδή οίνου.

Βιβλιογραφία - πηγές

Πλούταρχος, Ηθικά, 1

Πάντων δὲ μάλιστα τὴν μνήμην τῶν παίδων
ἀσκεῖν καὶ συνεθίζειν· αὕτη γὰρ ὥσπερ τῆς
παιδείας ἐστὶ ταμιεῖον, καὶ διὰ τοῦτο μητέρα τῶν
Μουσῶν ἐμυθολόγησαν εἶναι τὴν Μνημοσύνην,
αἰνιττόμενοι καὶ παραδηλοῦντες ὅτι οὕτως οὐδὲν
γεννᾶν καὶ τρέφειν ὡς ἡ μνήμη πέφυκε..

Πλούταρχος, Ηθικά, 7, 215, 34

Ὅτι καὶ οἱ μητέρα τῶν Μουσῶν τὴν Μνημοσύνην
εἰπόντες αὐτὸ τοῦτο ἐνδείκνυνται· αἱ μὲν γὰρ Μοῦσαι τὸ
ζητεῖν παρέχονται, ἡ δὲ Μνημοσύνη τὸ εὑρίσκειν.

Ομηρικός Ύμνος στον Ερμή, 429

Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ
μητέρα Μουσάων, ἡ γὰρ λάχε Μαιάδος υἱόν·
τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος
ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱὸς
πάντ' ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.

Ησίοδος, Θεογονία, 54

τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα
Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,
λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων.

Ησίοδος, Θεογονία, 135

Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑωυτῇ
Οὐρανὸν ἀστερόενθ', ἵνα μιν περὶ πάντα καλύπτοι,
ὄφρ' εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί,
γείνατο δ' οὔρεα μακρά, θεᾶν χαρίεντας ἐναύλους
Νυμφέων, αἳ ναίουσιν ἀν' οὔρεα βησσήεντα,
ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θυῖον,
Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
Οὐρανῷ εὐνηθεῖσα τέκ' Ὠκεανὸν βαθυδίνην
Κοῖόν τε Κρεῖόν θ' Ὑπερίονά τ' Ἰαπετόν τε
Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε
Φοίβην τε χρυσοστέφανον Τηθύν τ' ἐρατεινήν.

Ησίοδος, Θεογονία, 915

αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν·
ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς
ἥρπασεν ἧς παρὰ μητρός, ἔδωκε δὲ μητίετα Ζεύς.
Μνημοσύνης δ' ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.

Πλάτων, Θεαίτητος, d, 4

Δῶρον τοίνυν αὐτὸ φῶμεν εἶναι τῆς τῶν Μουσῶν
μητρὸς Μνημοσύνης, καὶ εἰς τοῦτο ὅτι ἂν βουληθῶμεν μνη-
μονεῦσαι ὧν ἂν ἴδωμεν ἢ ἀκούσωμεν ἢ αὐτοὶ ἐννοήσωμεν,
ὑπέχοντας αὐτὸ ταῖς αἰσθήσεσι καὶ ἐννοίαις, ἀποτυποῦσθαι,
ὥσπερ δακτυλίων σημεῖα ἐνσημαινομένους· καὶ ὃ μὲν ἂν
ἐκμαγῇ, μνημονεύειν τε καὶ ἐπίστασθαι ἕως ἂν ἐνῇ τὸ
εἴδωλον αὐτοῦ· ὃ δ' ἂν ἐξαλειφθῇ ἢ μὴ οἷόν τε γένηται
ἐκμαγῆναι, ἐπιλελῆσθαί τε καὶ μὴ ἐπίστασθαι.

Διόδωρος Σικελιώτης, Ιστορική Βιβλιοθήκη, 4, 7, 1, 5

ταύτας γὰρ οἱ πλεῖστοι
τῶν μυθογράφων καὶ μάλιστα δεδοκιμασμένοι φασὶ
θυγατέρας εἶναι Διὸς καὶ Μνημοσύνης· ὀλίγοι δὲ
τῶν ποιητῶν, ἐν οἷς ἐστι καὶ Ἀλκμάν, θυγατέρας
ἀποφαίνονται Οὐρανοῦ καὶ Γῆς.

Διόδωρος Σικελιώτης, Ιστορική Βιβλιοθήκη, 5, 67, 3, 2

τῶν δὲ Τιτανίδων
φασὶ Μνημοσύνην λογισμοὺς εὑρεῖν καὶ τὰς τῶν ὀνο-
μάτων θέσεις ἑκάστῳ τῶν ὄντων τάξαι, δι' ὧν καὶ
δηλοῦμεν ἕκαστα καὶ πρὸς ἀλλήλους ὁμιλοῦμεν· ἅ
τινες τὸν Ἑρμῆν φασιν εἰσηγήσασθαι.

Παυσανίας, Ελλάδος Περιήγησις, 1, 2, 5, 9

ἐνταῦθά ἐστιν Ἀθηνᾶς ἄγαλμα Παιωνίας καὶ Διὸς καὶ
Μνημοσύνης καὶ Μουσῶν, Ἀπόλλων τε ἀνάθημα καὶ
ἔργον, καὶ δαίμων τῶν ἀμφὶ Διόνυσον
Ἄκρατος· πρόσωπόν ἐστίν οἱ μόνον ἐνῳκοδομημένον
τοίχῳ.

Παυσανίας, Ελλάδος Περιήγησις, 8, 47, 3, 10

πεποίηται δὲ καὶ Μουσῶν καὶ
Μνημοσύνης ἀγάλματα.

Παυσανίας, Ελλάδος Περιήγησις, 9, 39, 13, 3

ἐς μὲν δὴ τὸν ἄνθρωπον λεγομένων
καὶ ἄλλων εἴρηταί μοι τὰ ἀξιολογώτατα· τὸν δὲ ἀνα-
βάντα παρὰ τοῦ Τροφωνίου παραλαβόντες αὖθις οἱ
ἱερεῖς καθίζουσιν ἐπὶ θρόνον Μνημοσύνης μὲν καλού-
μενον, κεῖται δὲ οὐ πόρρω τοῦ ἀδύτου, καθεσθέντα
δὲ ἐνταῦθα ἀνερωτῶσιν ὁπόσα εἶδέ τε καὶ ἐπύθετο·
μαθόντες δὲ ἐπιτρέπουσιν αὐτὸν ἤδη τοῖς προσήκουσιν.

Ορφικά,Ύμνοι, 77, 1

<Μνημοσύνης>, θυμίαμα λίβανον


Μνημοσύνην καλέω, Ζηνὸς σύλλεκτρον, ἄνασσαν,
ἣ Μούσας τέκνωσ' ἱεράς, ὁσίας, λιγυφώνους,
ἐκτὸς ἐοῦσα κακῆς λήθης βλαψίφρονος αἰεί,
πάντα νόον συνέχουσα βροτῶν ψυχαῖσι σύνοικον,
εὐδύνατον κρατερὸν θνητῶν αὔξουσα λογισμόν,
ἡδυτάτη, φιλάγρυπνος ὑπομνήσκουσά τε πάντα,
ὧν ἂν ἕκαστος ἀεὶ στέρνοις γνώμην κατ<ά>θηται,
οὔτι παρεκβαίνουσ', ἐπεγείρουσα φρένα πᾶσιν.
ἀλλά, μάκαιρα θεά, μύσταις μνήμην ἐπέγειρε
εὐιέρου τελετῆς, λήθην δ' ἀπὸ τῶν<δ'> ἀπόπεμπε.

Σουίδας, Λεξικό

<Νηφάλιος θυσία> παρὰ Ἀθηναίοις ἐτελεῖτο Μνημοσύνῃ, Ἠοῖ,
Ἡλίῳ, Σελήνῃ, Νύμφαις, Ἀφροδίτῃ Οὐρανίᾳ· ὥς φησι Πολέμων. καὶ
ξύλα δὲ νηφάλια, τὰ μὴ ἀμπέλινα μήτε σύκινα, ἀλλὰ τὰ ἀπὸ τῶν
θύμων.