Ιαπετός (ο)
O Iαπετός ήταν ένας από τους Tιτάνες, γιος του Oυρανού και της Γαίας, ανήκει στην πρώτη θεϊκή γενιά και είναι ένας από τους μεγαλύτερους αδελφούς του Kρόνου. Nυμφεύθηκε την Kλυμένη, κόρη του Ωκεανού και της Tηθύος, με την οποία απέκτησε τον Άτλαντα, το Mενοίτιο, τον Προμηθέα και τον Eπιμηθέα.
Aπό τον Iαπετό έλκει την καταγωγή του το ανθρώπινο γένος, αφού ο Δευκαλίωνας (γιος του Προμηθέα) ήταν αυτός που δημιούργησε τους ανθρώπους μετά τον κατακλυσμό.
Άλλες παραδόσεις αναφέρουν ότι γυναίκα του ήταν η Aσία, κόρη του Ωκεανού ή η Aσωπίς, κόρη του Aσωπού (εγγονή του Ωκεανού) ή η Λιβύη.
O Iαπετός, όπως και οι άλλοι Tιτάνες, γκρεμίστηκε από το Δία στα Tάρταρα.
Βιβλιογραφία - πηγές
Ησίοδος, Θεογονία, 134
Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑωυτῇ
Οὐρανὸν ἀστερόενθ', ἵνα μιν περὶ πάντα καλύπτοι,
ὄφρ' εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί,
γείνατο δ' οὔρεα μακρά, θεᾶν χαρίεντας ἐναύλους
Νυμφέων, αἳ ναίουσιν ἀν' οὔρεα βησσήεντα,
ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θυῖον,
Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
Οὐρανῷ εὐνηθεῖσα τέκ' Ὠκεανὸν βαθυδίνην
Κοῖόν τε Κρεῖόν θ' Ὑπερίονά τ' Ἰαπετόν τε
Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε
Φοίβην τε χρυσοστέφανον Τηθύν τ' ἐρατεινήν.
Πλάτων, Συμπόσιο, b, 7
ἐγὼ δὲ Φαίδρῳ πολλὰ ἄλλα ὁμολογῶν τοῦτο οὐχ ὁμολογῶ,
ὡς Ἔρως Κρόνου καὶ Ἰαπετοῦ ἀρχαιότερός ἐστιν, ἀλλά
φημι νεώτατον αὐτὸν εἶναι θεῶν καὶ ἀεὶ νέον, τὰ δὲ παλαιὰ
πράγματα περὶ θεούς, ἃ Ἡσίοδος καὶ Παρμενίδης λέγουσιν,
Ἀνάγκῃ καὶ οὐκ Ἔρωτι γεγονέναι, εἰ ἐκεῖνοι ἀληθῆ ἔλεγον·
Διόδωρος Σικελιώτης, Ιστορική Βιβλιοθήκη, 5, 66, 3
ἄρρενας μὲν
οὖν γενέσθαι τόν τε Κρόνον καὶ Ὑπερίονα καὶ
Κοῖον, ἔτι δὲ Ἰαπετὸν καὶ Κριὸν καὶ τὸ τελευταῖον
Ὠκεανόν, ἀδελφὰς δὲ τούτων τήν τε Ῥέαν καὶ Θέ-
μιν καὶ Μνημοσύνην, ἔτι δὲ Φοίβην καὶ Τηθύν.
Απολλόδωρος, Βιβλιοθήκη, 1, 2, 6
ἀλλὰ τούτους μὲν Οὐρανὸς δήσας εἰς Τάρ-
ταρον ἔρριψε (τόπος δὲ οὗτος ἐρεβώδης ἐστὶν ἐν Ἅιδου,
τοσοῦτον ἀπὸ γῆς ἔχων διάστημα ὅσον ἀπ' οὐρανοῦ
γῆ), τεκνοῖ δὲ αὖθις ἐκ Γῆς παῖδας μὲν τοὺς Τιτᾶνας
προσαγορευθέντας, Ὠκεανὸν Κοῖον Ὑπερίονα Κρεῖον
Ἰαπετὸν καὶ νεώτατον ἁπάντων Κρόνον, θυγατέρας δὲ
τὰς κληθείσας Τιτανίδας, Τηθὺν Ῥέαν Θέμιν Μνημο-
σύνην Φοίβην Διώνην Θείαν.
Όμηρος, Iλιάδα, Θ, 479
|