Κητώ (η)
Θαλάσσια θεότητα, άσχημη και γριά εκ γενετής. Κόρη της Γαίας και του Πόντου. Αδέλφια της ήταν ο Νηρέας, ο Φόρκυς, η Ευρύβια και ο Θαύμας.
Ενσάρκωνε τη φρίκη της θάλασσας. Μαζί με το Φόρκυ ή Φόρκυνα έφεραν στον κόσμο πολλά παιδιά: Τις τρεις Γραίες (Δεινώ, Ενυώ, Πεμφρηδώ) που διέθεταν όλες μαζί ένα μάτι κι ένα δόντι, τις τρεις Γοργόνες (Μέδουσα, Σθενώ, Ευρυάλη), τον ακοίμητο δράκο Λάδωνα, (το φρουρό των χρυσών μήλων των Εσπερίδων), τις Εσπερίδες και τη νύμφη Θόωσα (μητέρα του Κύκλωπα Πολύφημου).
Βιβλιογραφία - πηγές
Ησίοδος, Θεογονία, 238
Νείκεά τε Ψεύδεά τε Λόγους τ' Ἀμφιλλογίας τε
Δυσνομίην τ' Ἄτην τε, συνήθεας ἀλλήλῃσιν,
Ὅρκόν θ', ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους
πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ·
Νηρέα δ' ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος
πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,
οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμίστων
λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·
αὖτις δ' αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν
Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρηον
Εὐρυβίην τ' ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.
Ησίοδος, Θεογονία, 270
Φόρκυι δ' αὖ Κητὼ γραίας τέκε καλλιπαρήους
ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν
ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τ' ἄνθρωποι,
Πεμφρηδώ τ' εὔπεπλον Ἐνυώ τε κροκόπεπλον,
Γοργούς θ', αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο
ἐσχατιῇ πρὸς νυκτός, ἵν' Ἑσπερίδες λιγύφωνοι,
Σθεννώ τ' Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα·
ἡ μὲν ἔην θνητή, αἱ δ' ἀθάνατοι καὶ ἀγήρῳ,
αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης
ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσι.
Ησίοδος, Θεογονία, 333
ἔνθ' ἄρ' ὅ γ' οἰκείων ἐλεφαίρετο φῦλ' ἀνθρώπων,
κοιρανέων Τρητοῖο Νεμείης ἠδ' Ἀπέσαντος·
ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.
Κητὼ δ' ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα
γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης
πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει.
Απολλόδωρος, Βιβλιοθήκη, 1, 12, 5
Πόντου δὲ καὶ Γῆς Φόρκος Θαύμας Νηρεὺς Εὐρυ-
βία Κητώ.
Γαληνός, Αλληγορίες στην Ησιόδεια Θεογονία
λέγεται δ' ἡ Κητὼ τῷ
Φόρκυνι μιγεῖσα ἀπογεννῆσαι νεώτερον τέκνον τὸν δρά-
κοντα τὸν φυλάσσοντα τὰ μῆλα τὰ χρυσᾶ ἐν τοῖς πέρασι
τῆς γῆς, παρόσον διασκεδαννυμένων ἐκ τοῦ καθ' ἡμᾶς
ἀέρος τῶν ἀναθυμιάσεων ὑπὸ τοῦ ἡλίου, ἤδη συχνῶς ἡμῖν
ἐπεισβάλλοντος, ἐπὶ τὰ πόρρωθεν ἡμῶν μέρη ἀπελαύνεσθαί
τινας συμβαίνει ζοφερὰς ἀναθυμιάσεις κἀκεῖ συνίστασθαι.
|