Ξάνθος (ο)
Ο Ξάνθος και ο Βάλιος ήταν τα δύο άλογα που είχε προσφέρει ο Ποσειδώνας σαν γαμήλιο δώρο, στο γάμο του Πηλέα με τη Θέτιδα.
Τα δύο άλογα, στον Τρωικό πόλεμο, έσερναν το άρμα του Αχιλλέα.
Βιβλιογραφία - πηγές
Φώτιος, Βιβλιοθήκη
Ὡς Ξάνθος καὶ Βαλίος, οἱ
Ἀχιλλέως ἵπποι, πρότερον Γίγαντες ἦσαν καὶ μόνοι
Γιγάντων συνεμάχησαν τοῖς θεοῖς κατὰ τῶν ἀδελ-
φῶν.
Φώτιος, Βιβλιοθήκη
Ὡς Πηλεῖ ἐπὶ τῷ γάμῳ φασὶ δωρήσασθαι
Ἥφαιστον μὲν μάχαιραν, Ἀφροδίτην δὲ φιάλην ἐγγε-
γλυμμένην Ἔρωτα χρυσῆν, Ποσειδῶνα δὲ ἵππους Ξάν-
θον καὶ Βάλιον,
Ευσάθιος, Παρεκβολαί εις την Ομήρου Ιλιάδα
Ἄλλοι δὲ παρασημειοῦνται καὶ ὅτι ὀνόματα Τρωϊκῶν
ἵππων οὐ παραδέδωκεν ὁ ποιητὴς καὶ ὅτι τὰ ἐνταῦθα ὀνόματα ἐξ ἄλλων
συμπεφόρηται. Ξάνθος μὲν γὰρ Ἀχιλλέως, Πόδαργος δὲ Μενελάου, Αἴθων δὲ
παρὰ τὴν Ἀγαμεμνονέην Αἴθην πέπλασται, ὁ δὲ Λάμπος τῆς Ἠοῦς ἐστιν
ἵππος.
Όμηρος, Ιλιάδα, 16, 149
τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους
Ξάνθον καὶ Βαλίαν, τὼ ἅμα πνοιῇσι πετέσθην,
⸖ τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη
βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.
Ψευδο-Απολλόδωρος, Βιβλιοθήκη, 3, 170, 8
καὶ δίδωσι Χείρων Πηλεῖ δόρυ μείλινον, Ποσει-
δῶν δὲ ἵππους Βαλίον καὶ Ξάνθον· ἀθάνατοι δὲ ἦσαν
οὗτοι.
|