Μορμώ (η)

Η Μορμώ είναι θηλυκός δαίμονας, φόβητρο των παιδιών.

Πίστευαν πως δάγκωνε τα παιδιά και τα άφηνε κουτσά.

Πολύ συχνά ταυτιζόταν με τη Λάμια και τη Γελώ.

 

Βιβλιογραφία - πηγές

Σουΐδα, Λεξικό

<Μορμώ:> λέγεται καὶ Μορμώ, Μορμοῦς, ὡς Σαπφώ. καὶ Μορμών,
Μορμόνος. Ἀριστοφάνης· ἀντιβολῶ σ', ἀπένεγκέ μου τὴν Μορμόνα.
ἄπο τὰ φοβερά· φοβερὰ γὰρ ὑπῆρχεν ἡ Μορμώ. καὶ αὖθις Ἀριστο-
φάνης

Ανώνυμοι Ύμνοι, Ύμνος στην Εκάτη

Νερτερίη χθονίη τε καὶ οὐρανίη μολὲ Βομβώ,
εἰνοδίη, τριοδῖτι, φαεσφόρε, νυκτερόφοιτε,
ἐχθρὴ μὲν φωτός, νυκτὸς δὲ φίλη καὶ ἑταίρη,
χαίρουσα σκυλάκων ὑλακῇ τε καὶ αἵματι φοινῷ,
ἐν νέκυσι<ν> στείχουσα κατ' ἠρία τεθνηώτων,
αἵματος ἱμείρουσα, φόβον θνητοῖσι φέρουσα,
Γοργὼ καὶ Μορμὼ καὶ Μήνη καὶ πολύμορφε,
ἔλθοις εὐάντητος ἐφ' ἡμετέρῃσι θυηλαῖς.

Φώτιος, Λεξικό

<Μομβρώ>: ἡ μορμώ· καὶ τὸ φόβητρον.

Μέγα Ετυμολογικό

Αἴνιγμα, παρὰ τὴν Μορμώ· ἔστι
δὲ ὄνομα γυναικός· μεταφορικῶς ἐκ ταύτης τὰ πρὸς
κατάπληξιν τυπωθέντα προσωπεῖα ἐκάλουν μορμολυ-
κεῖα.