Οπλάδαμος (ο)

Σύμφωνα με τον αρκαδικό μύθο της γέννησης του Δία, ο Οπλάδαμος είναι ένας από τους Γίγαντες που συνόδευαν τη Ρέα, όταν κυοφορούσε τον Δία, για να την προστατέψουν από τον Κρόνο.

 

 

 

Βιβλιογραφία - πηγές

Παυσανία, Ελλάδας Περιήγηση, 8, 32, 5, 8

ἀνάκειται δὲ αὐτόθι καὶ ὀστᾶ
ὑπερηρκότα ἢ ὡς ἀνθρώπου δοκεῖν· καὶ δὴ καὶ ἐλέγετο
ἐπ' αὐτοῖς εἶναι τῶν γιγάντων ἑνός, οὓς ἐς τὴν συμ-
μαχίαν τῆς Ῥέας ἤθροισεν Ὁπλάδαμος, ἃ δὴ καὶ ἐς
ὕστερον ἐπέξεισιν ἡμῖν ὁ λόγος.

Παυσανία, Ελλάδας Περιήγηση, 8, 36, 2, 8

ἔστι δὲ ἐν
Μεθυδρίῳ Ποσειδῶνός τε Ἱππίου ναός, οὗτος μὲν ἐπὶ
τῷ Μυλάοντί ἐστι· τὸ δὲ ὄρος τὸ Θαυμάσιον καλού-
μενον κεῖται μὲν ὑπὲρ τὸν ποταμὸν τὸν Μαλοίταν,
ἐθέλουσι δὲ οἱ Μεθυδριεῖς τὴν Ῥέαν, ἡνίκα τὸν Δία
εἶχεν ἐν τῇ γαστρί, ἐς τοῦτο ἀφικέσθαι τὸ ὄρος, παρα-
σκευάσασθαι δὲ αὑτῇ καὶ βοήθειαν, ἢν ὁ Κρόνος ἐπ'
αὐτὴν ἴῃ, τόν τε Ὁπλάδαμον καὶ ἄλλους ὅσοι περὶ
ἐκεῖνον ἦσαν γίγαντες· καὶ τεκεῖν μὲν συγχωροῦσιν
αὐτὴν ἐν μοίρᾳ τινὶ τοῦ Λυκαίου, τὴν δὲ ἐς τὸν Κρό-
νον ἀπάτην καὶ ἀντὶ τοῦ παιδὸς τὴν λεγομένην ὑπὸ
Ἑλλήνων ἀντίδοσιν τοῦ λίθου γενέσθαι φασὶν ἐνταῦθα.